Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.98 Joseph. AJ 5.102 (English) >>Joseph. AJ 5.107

5.100

Διαβᾶσα δὲ τὸν ποταμὸν τε Ῥουβηλὶς φυλὴ καὶ Γαδὶς καὶ ὅσοι τῶν Μανασσητῶν αὐτοῖς συνείποντο βωμὸν ὑπὲρ τῆς ὄχθης ἱδρύονται τοῦ Ἰορδάνου, μνημεῖον τοῖς ἔπειτα γενησόμενον σύμβολον τῆς πρὸς τοὺς πέραν κατῳκημένους οἰκειότητος. 5.101ἀκούσαντες δὲ οἱ πέραν βωμὸν ἱδρῦσθαι τοὺς ἀπολυθέντας οὐ μεθʼ ἧς ἐκεῖνοι γνώμης ἀνέστησαν αὐτόν, ἀλλʼ ἐπὶ νεωτερισμῷ καὶ ξενικῶν εἰσαγωγῇ θεῶν, οὐκ ἤθελον ἀπιστεῖν, ἀλλὰ περὶ θείαν θρησκείαν τὴν διαβολὴν πιθανὴν νομίζοντες ἐν ὅπλοις ἦσαν, ὡς ἐπʼ ἀμύνῃ τῶν τὸν βωμὸν ἱδρυσαμένων περαιωσόμενοι τὸν ποταμὸν καὶ κολάσοντες αὐτοὺς τῆς παρατροπῆς τῶν πατρίων ἐθῶν. 5.102οὐ γὰρ ἐδόκει τὴν συγγένειαν αὐτοὺς λογίζεσθαι καὶ τὸ ἀξίωμα τῶν τὴν αἰτίαν εἰληφότων, ἀλλὰ τὸ τοῦ θεοῦ βουλητὸν καὶ τρόπῳ τιμώμενος χαίρει. 5.103καὶ οἱ μὲν ἐστράτευσαν ὑπʼ ὀργῆς, ἐπέσχε δʼ αὐτοὺς Ἰησοῦς καὶ ἀρχιερεὺς Ἐλεάζαρος καὶ γερουσία λόγοις συμβουλεύοντες ἀπόπειραν αὐτῶν τῆς γνώμης λαβεῖν πρῶτον, ἔπειτʼ ἂν κακοήθη μάθωσι τὴν διάνοιαν αὐτῶν τότε τοῖς. ὅπλοις χωρεῖν ἐπʼ αὐτούς. 5.104πέμπουσιν οὖν πρεσβευτὰς πρὸς αὐτοὺς Φινεέσην τὸν υἱὸν Ἐλεαζάρου καὶ δέκα σὺν αὐτῷ τῶν ἐν τιμῇ παρὰ τοῖς Ἑβραίοις μαθησομένους, τί καὶ φρονήσαντες τὸν βωμὸν ἐπὶ τῆς ὄχθης τοῦ ποταμοῦ διαβάντες ἔστησαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.98 Joseph. AJ 5.102 (English) >>Joseph. AJ 5.107

Powered by PhiloLogic